Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 42.6 | Dem. 42.9 (English) | >>Dem. 42.13 |
42.8πρῶτον μὲν οὖν τῶν εἰρημένων τὰς μαρτυρίας ὑμῖν παρέξομαι , ἔπειτα καὶ περὶ τῶν ἄλλων ἀκούσεσθε πάσας τὰς ἀληθείας · τουτονὶ γάρ , ὦ ἄνδρες δικασταί , Φαίνιππον εὑρήσετʼ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξάμενον τοῦ μηδὲν δίκαιον ποιεῖν . παρεσημηνάμην τὰ οἰκήματα , τοῦ νόμου μοι δεδωκότος · οὗτος ἀνέῳξεν . καὶ τὸ μὲν ἀφελεῖν τὸ σημεῖον ὁμολογεῖ , τὸ δʼ ἀνοῖξαι τὴν θύραν οὐχ ὁμολογεῖ , ὥσπερ ἄλλου τινὸς ἕνεκα τὰ σημεῖα ἀφαιροῦντας ἢ τοῦ τὰς θύρας ἀνοῖξαι .
42.9ἔπειτʼ ἀπεῖπον τὴν ὕλην μὴ ἐξάγειν · ἐξῆγεν οὗτος ἁπάσας τὰς ἡμέρας , πλὴν ἐκείνης ἐν ᾗ ἐγὼ ἀπεῖπον . χρέως οὐδʼ ὁτιοῦν ὠφείλετʼ ἐπὶ τῇ ἐσχατιᾷ · νῦν οὗτος ἀποφαίνει πολλά . ἁπλῶς ποιεῖ ὅ τι ἂν βούληται , οὐχ ὅ τι οἱ νόμοι κελεύουσιν . λέγε τὰς μαρτυρίας , πρῶτον μὲν τὰς περὶ τοῦ μετάλλου , ἔπειτα καὶ τὰς ἄλλας .ἃ μὲν τοίνυν εὐθὺς τῇ πρώτῃ ἡμέρᾳ μετὰ τὰς ἀντιδόσεις ἤρξατό με Φαίνιππος ἀδικεῖν , ἀκηκόατε , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ ἐμοῦ καὶ τῶν μαρτύρων . τὰ δὲ μετὰ ταῦτα γεγενημένα οὐκέτι εἰς ἐμὲ μόνον αὐτῷ ἡμάρτηται , ἀλλὰ καὶ εἰς τοὺς νόμους , ὑπὲρ ὧν ὑμῖν ἅπασι σπουδαστέον ἐστίν .
42.11ὀμόσας γὰρ τῇ ἑνδεκάτῃ τοῦ βοηδρομιῶνος μηνὸς ἀποφανεῖν ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν , καὶ τοῦ νόμου διαρρήδην λέγοντος τριῶν ἡμερῶν ἀφʼ ἧς ἂν ὀμόσῃ διδόναι τὴν ἀπόφασιν , ἐδεῖτό μου προσελθὼν πρόσθε τῶν δικαστηρίων μετὰ Πολυεύκτου τοῦ Κριωέως καὶ ἑτέρων τινῶν , πρῶτον μὲν περὶ διαλύσεως συνελθεῖν αὑτῷ · πάντα γάρ μοι τὰ δίκαια ποιήσειν · ἔπειτα τὴν ἀπόφασιν τῆς οὐσίας ἀναβαλέσθαι μὴ πολλὰς ἡμέρας · οὐ γὰρ ἀγνοεῖν μου τὰ πράγματα .
Μαρτυρίαι
42.10
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 42.6 | Dem. 42.9 (English) | >>Dem. 42.13 |